- "τρίτη ἐπὶ τούτοις ἀποδημία εἰς Αἴγυπτον παρὰ τὸν Ἀγαθόβουλον, ἵναπερ τὴν θαυμαστὴν ἄσκησιν διησκεῖτο, ξυρόμενος μὲν τῆς κεφαλῆς τὸ ἥμισυ, χριόμενος δὲ πηλῷ τὸ πρόσωπον, ἐν πολλῷ δὲ τῶν περιεστώτων δήμῳ ἀναφλῶν τὸ αἰδοῖον καὶ τὸ ἀδιάφορον δὴ τοῦτο καλούμενον ἐπιδεικνύμενος, εἶτα παίων καὶ παιόμενος νάρθηκι εἰς τὰς πυγὰς καὶ ἄλλα πολλὰ νεανικώτερα θαυματοποιῶν. (Lucian, De morte Peregrini, (no name) 9:39)
(루키아노스, De morte Peregrini, (no name) 9:39)
- πολλὴ δὲ καὶ ἡ κατ Ἀρκαδίαν μυθολογία, Δάφνης φυγή, Καλλιστοῦς θηρίωσις, Κενταύρων παροινία, Πανὸς γοναί, Ἀλφειοῦ ἔρως καὶ ὕφαλος ἀποδημία. (Lucian, De saltatione, (no name) 48:2)
(루키아노스, De saltatione, (no name) 48:2)
- λέγοις ἂν ἤδη ὅ τι τὸ σεμνὸν καὶ θεῖον ἄλλο ἐξειργάσαντο ἐπεὶ ὅσον ἐπὶ τῷ πλῷ ^ καὶ τῇ ἀποδημίᾳ πολλοὺς ἄν σοι θειοτέρους ἐκείνων ἀποδείξαιμι, τοὺς ἐμπόρους, καὶ μάλιστα τοὺς Φοίνικας αὐτῶν, οὐκ εἰς τὸν Πόντον οὐδὲ ἄχρι τῆς Μαιώτιδος καὶ τοῦ Βοσπόρου μόνον ἐσπλέοντας, ἀλλὰ πανταχοῦ τῆς Ἑλληνικῆς καὶ βαρβαρικῆς θαλάττης ναυτιλλομένους: (Lucian, Toxaris vel amicitia, (no name) 4:1)
(루키아노스, Toxaris vel amicitia, (no name) 4:1)
- ὁ δὲ Σωκράτης παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατ οὐδὲν δὲ τούτων κακὸν εἶναι. (Plutarch, Consolatio ad Apollonium, chapter, section 121)
(플루타르코스, Consolatio ad Apollonium, chapter, section 121)
- "τὸν, ἀδελφὸν προλαμβάνει" εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν. (Plutarch, Consolatio ad Apollonium, chapter, section 12 7:2)
(플루타르코스, Consolatio ad Apollonium, chapter, section 12 7:2)