- 텍스트

Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Φαῖδρος? 22:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φαῖδρος 22:)

οὕτως ἐκ τοῦ ἄστεος οὔτ εἰς τὴν ὑπερορίαν ἀποδημεῖς, οὔτ ἔξω τείχους ἔμοιγε δοκεῖς τὸ παράπαν ἐξιέναι. συγγίγνωσκέ μοι, ὦ ἄριστε. φιλομαθὴς γάρ εἰμι: τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν μ ἐθέλει διδάσκειν, οἱ δ ἐν τῷ ἄστει ἄνθρωποι. σὺ μέντοι δοκεῖς μοι τῆς ἐμῆς ἐξόδου τὸ φάρμακον ηὑρηκέναι. ὥσπερ γὰρ οἱ τὰ πεινῶντα θρέμματα θαλλὸν ἤ τινα καρπὸν προσείοντες ἄγουσιν, σὺ ἐμοὶ λόγους οὕτω προτείνων ἐν βιβλίοις τήν τε Ἀττικὴν φαίνῃ περιάξειν ἅπασαν καὶ ὅποι ἂν ἄλλοσε βούλῃ. νῦν δ οὖν ἐν τῷ παρόντι δεῦρ ἀφικόμενος ἐγὼ μέν μοι δοκῶ κατακείσεσθαι, σὺ δ ἐν ὁποίῳ σχήματι οἰεί ῥᾷστα ἀναγνώσεσθαι, τοῦθ ἑλόμενος ἀναγίγνωσκε.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION