호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι ὑπὲρ τίνος δ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος·? ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται. ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ. οὕτω μὲν ταῦτα ἔσται: ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθμεῖον ἥξω δέ σοι καὶ αὐτὸς μετ ὀλίγον νεκροστολῶν. εὖ γε ἐποίησας, ὦ Ἑρμῆ: εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. - οἱά῀ ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα - βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια μάχαι: Χάρωνος δὲ οὐδεὶς λόγος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기