호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθ ὑμέ.? νὴ μὰ Δία Βοιωτία, καλόν γ ἔχουσα τὸ πεδίον. καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη. τίς δ ἡτέρα παῖς· χαΐα ναὶ τὼ σιώ, Κορινθία δ αὖ. χαΐα νὴ τὸν Δία δήλη στὶν οὖσα ταυταγὶ τἀντευθενί. τίς δ αὖ ξυναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν· ἥδ ἐγώ. μύσιδδέ τοι ὅ τι λῇς ποθ ἁμέ. νὴ Δί ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ ἐστί σοι. λέγοιμ ἂν ἤδη. πρὶν λέγειν <δ>, ὑμᾶς τοδὶ ἐπερήσομαί τι μικρόν. ὅ τι βούλει γε σύ. τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων ἐπὶ στρατιᾶς ἀπόντας· εὖ γὰρ οἶδ ὅτι πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ. ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη. ὁ δ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ. ὁ δ ἐμός γα καἴ κ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα. ἀλλ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, οὐκ εἶδον οὐδ ὄλισβον ὀκτωδάκτυλον, ὃς ἦν ἂν ἡμῖν σκυτίνη πικουρία. ἐθέλοιτ ἂν οὖν, εἰ μηχανὴν εὑρ´οιμ ἐγώ, μετ ἐμοῦ καταλῦσαι τὸν πόλεμον· νὴ τὼ θεώ: ἔγωγ ἂν <οὖν> κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν. ἐγὼ δέ γ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ. ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ ἄνω ἔλσοιμ ὅπᾳ μέλλοιμί γ εἰράναν ἰδεῖν. λέγοιμ ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον. ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν, ἀφεκτέ ἐστὶ - τοῦ· φράσον. ποιήσετ οὖν· ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ. ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους. τί μοι μεταστρέφεσθε· ποῖ βαδίζετε· αὗται τί μοιμυᾶτε κἀνανεύετε· τί χρὼς τέτραπται· τί δάκρυον κατείβεται· ποιήσετ ἢ οὐ ποιήσετ· ἢ τί μέλλετε· οὐκ ἂν ποιήσαιμ, ἀλλ ὁ πόλεμος ἑρπέτω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기