αἰσθητήριον?
Second declension Noun; Neuter
Transliteration: aisthētērion
Principal Part:
αἰσθητήριον
Structure:
αἰσθητηρι
(Stem)
+
ον
(Ending)
Sense
- an organ of sense, the senses, faculties
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου. μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου. (Septuagint, Liber Ieremiae 4:19)
- ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν ἔνδον αἰσθητηρίων ἐνεθρόνισε, (Septuagint, Liber Maccabees IV 2:22)
- Ιἑρώνυμος δ ἐν πολέμοις γενόμενος καὶ πολλοὺς καμάτους ὑπομείνας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδης ἐν τῇ ἐνάτῃ τῶν περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει, καὶ θαυμάζει γε τὸν ἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς συνουσίαις καὶ πᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ. (Lucian, Macrobii, (no name) 22:3)
- συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων. (Plutarch, De esu carnium II, section 2 3:1)
- "αἱ δὲ πολυθρύλητοι συμμετρίαι καὶ ἁρμονίαι τῶν περὶ τὰ αἰσθητήρια πόρων αἵ τε πολυμιξίαι τῶν σπερμάτων, ἃ δὴ πᾶσι χυμοῖς καὶ ὀσμαῖς καὶ χρόαις ἐνδιεσπαρμένα λέγουσιν ἑτέραν ἑτέρῳ ποιότητος κινεῖν αἴσθησιν, οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς· (Plutarch, Adversus Colotem, section 51)
- καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν καὶ ἄκρατον φυλάττοντες τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. (Plutarch, De curiositate, section 11 1:3)
- καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν: (Plutarch, De curiositate, section 11 5:1)
- "ἔστι δὲ τῆς ψυχῆς ἴδιον αἰσθητήριον ὁ νοῦς, ᾧ μηδὲν οἰκεῖον ὑποκεῖσθαι, μὴ θέαμα μὴ κίνημα μὴ πάθος συγγενὲς οὗ τυγχάνουσα χαίρειν πέφυκε, πάντων ἀλογώτατόν ἐστιν: (Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 146)
- μὴ διεφθαρμένων καὶ λελωβημένων τῶν ἑτέρων τὸ αἰσθητήριον καὶ κριτήριον τῶν λεχθέντων χυμῶν. (Aristotle, Metaphysics, Book 11 81:1)
- οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἱο῀ν ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. (Plutarch, Quaestiones Convivales, book 1, 4:5)
Synonyms
-
an organ of sense