- Ὀδυσσεὺς Λαέρτου, Διομήδης Τυδέως, Ἀντίλοχος Νέστορος, Ἀγαπήνωρ Ἀγκαίου, Σθένελος Καπανέως, Ἀμφίμαχος Κτεάτου, Θάλπιος Εὐρύτου, Μέγης Φυλέως, Ἀμφίλοχος Ἀμφιαράου, Μενεσθεὺς Πετεώ, Σχεδίος <καὶ> Ἐπίστροφος <Ἰφίτου>, Πολύξενος Ἀγασθένους, Πηνέλεως <Ἱππαλκίμου>, Λήιτος <Ἀλέκτορος>, Αἰάς Οἰλέως, Ἀσκάλαφος καὶ Ιἄλμενος Ἄρεος, Ἐλεφήνωρ Χαλκώδοντος, Εὔμηλος Ἀδμήτου, Πολυποίτης Πειρίθου, Λεοντεὺς Κορώνου, Ποδαλείριος καὶ Μαχάων Ἀσκληπιοῦ, Φιλοκτήτης Ποίαντος, Εὐρύπυλος Εὐαίμονος, Πρωτεσίλαος Ιφίκλου, Μενέλαος Ἀτρέως, Αἰάς καὶ Τεῦκρος Τελαμῶνος, Πάτροκλος Μενοιτίου. (Apollodorus, Library and Epitome, book 3, chapter 10 9:3)
(아폴로도로스, Library and Epitome, book 3, chapter 10 9:3)
- Ἀρκάδων Ἀγαπήνωρ ναῦς ζ. (Apollodorus, Library and Epitome, book E, chapter 3 17:8)
(아폴로도로스, Library and Epitome, book E, chapter 3 17:8)
- τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ <τὴν> χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, ὁ δὲ Φιλοκτήτης πρὸς Ἰταλίαν εἰς Καμπανούς,Φείδιππος μετὰ τῶν Κῴων ἐν Ἄνδρῳ κατῴκησεν, Ἀγαπήνωρ ἐν Κύπρῳ, καὶ ἄλλος ἀλλαχοῦ. (Apollodorus, Library and Epitome, book E, chapter 6 24:1)
(아폴로도로스, Library and Epitome, book E, chapter 6 24:1)
- οἳ δ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον ἵν ἀνέρες ἀγχιμαχηταί, οἳ Φενεόν τ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν Στύμφηλόν τ εἶχον καὶ Παρρασίην ἐνέμοντο, τῶν ἦρχ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ ἑξήκοντα νεῶν: (Homer, Iliad, Book 2 56:1)
(호메로스, 일리아스, Book 2 56:1)
- Νεστορέας μὲν ἔπειθ ἵππους θεράποντε κομείτην ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. (Homer, Iliad, Book 8 14:2)
(호메로스, 일리아스, Book 8 14:2)