- 텍스트

Homer, Iliad, Book 15 43:

(호메로스, 일리아스, Book 15 43:)

Πάτροκλος δ εἱο῀ς μὲν Ἀχαιοί τε Τρῶές τε τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, τόφρ ὅ γ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ ἕλκεϊ λυγρῷ φάρμακ ἀκέσματ ἔπασσε μελαινάων ὀδυνάων.? αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ᾤμωξέν τ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσς, ὀλοφυρόμενος δ ἔπος ηὔδα: Εὐρύπυλ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ ἔμπης ἐνθάδε παρμενέμεν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν: ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε σπεύσομαι εἰς Ἀχιλῆα, ἵν ὀτρύνω πολεμίζειν. τίς δ οἶδ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω παρειπών· ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION