Γαλάτης?
First declension Noun; Masculine
자동번역
Transliteration: Galatēs
Principal Part:
Γαλάτης
Γαλάτου
Structure:
Γαλατ
(Stem)
+
ης
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ. καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, (Septuagint, Liber Maccabees I 8:2)
- Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ τούτῳ συνθήματι τὴν θαυμαστὴν ἐκείνην νίκην ἐνίκησε. (Lucian, Pro lapsu inter salutandum 19:1)
- τούτους ἐκέλευσεν ὁ Θεοδότας τέως μὲν ἔχειν ὡς οἱό῀ν τε κατακρύψαντας, ὡς μὴ κατάδηλοι εἰε῀ν ὑπερφαινόμενοι τοῦ στρατοῦ, ἐπειδὰν δὲ σημήνῃ ὁ σαλπιγκτὴς καὶ δέῃ συμπλέκεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ ἡ ἵππος ἡ τῶν πολεμίων ἐπελαύνηται καὶ τὰ ἁρ´ματα οἱ Γαλάται ἀνοίξαντες τὴν φάλαγγα καὶ διαστήσαντες ἐπαφῶσι, τότε ἀνὰ τέτταρας μὲν τῶν ἐλεφάντων ἀπαντᾶν ἐφ᾿ ἑκάτερα τοῖς ἱππεῦσι, τοὺς ὀκτὼ δὲ ἀντεπαφεῖναι τοῖς ἁρματηλάταις καὶ συνωριασταῖς: (Lucian, Zeuxis 17:2)
- οἱ Γαλάται δὲ οἱ μὲν ἐτεθνήκεσαν, πολλοῦ τοῦ φόνου γενομένου, οἱ δὲ ζῶντες ἐλαμβάνοντο, πλὴν πάνυ ὀλίγοι ὁπόσοι ἔφθασαν ἐς τὰ ὄρη ἀναφυγόντες, οἱ Μακεδόνες δὲ ὅσοι σὺν Ἀντιόχῳ ἦσαν, ἐπαιώνιζον καὶ προσιόντες ἄλλος ἀλλαχόθεν ἀνέδουν τὸν βασιλέα καλλίνικον ἀναβοῶντες: (Lucian, Zeuxis 20:1)
- ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσαν εὐθὺς ὡς εἶδόν με καὶ οὐδεὶς ἔτι ὑπέστη. (Lucian, Dialogi meretricii, 1:1)
- "Καύαρος, φησίν, ὁ Γαλάτης ὢν ἀνὴρ ἀγαθὸς ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 60 2:1)
- δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους: (Plutarch, De tranquilitate animi, section 10 2:2)
- γελάσας δ ὁ Γαλάτης: (Plutarch, chapter 17 1:3)
- καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος ἢ Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ. (Plutarch, Caius Marius, chapter 39 1:2)
- Δηϊόταρος δὲ ὁ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον οὕτω παρώξυνεν ὥστε, δείλης ἐλθόντα καὶ νυκτερεύσαντα, τῇ ὑστεραίᾳ περὶ τρίτην ὡρ´αν ἀπᾶραι. (Plutarch, Cato the Younger, chapter 15 1:1)