Ἀχιλλεύς?
Third declension Noun; Masculine
자동번역
Transliteration: Achilleus
Principal Part:
Ἀχιλλεύς
Structure:
Ἀχιλλευ
(Stem)
+
ς
(Ending)
Etym.: From
ἄχος, the grief of the hero being the subject of the Il., cf.
Ὀδυσσεύς
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐκεῖνος τοίνυν ὁ Θερσίτης ὁ τοιοῦτος εἰ λάβοι τὴν Ἀχιλλέως πανοπλίαν, οἰεί ὅτι αὐτίκα διὰ τοῦτο καὶ καλὸς ἅμα καὶ ἰσχυρὸς ἂν γένοιτο, καὶ ὑπερπηδήσεται μὲν τὸν ποταμόν, ἐπιθολώσει δὲ αὐτοῦ τὸ ῥεῖθρον τῷ φόνῳ τῶν Φρυγῶν, ἀποκτενεῖ δὲ τὸν Ἕκτορα καὶ πρὸ αὐτοῦ τὸν Λυκάονα καὶ τὸν Ἀστεροπαῖον, μηδὲ φέρειν ἐπὶ τῶν ὤμων τὴν μελίαν δυνάμενος· (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 7:3)
- ἀλλ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον. (Lucian, Contemplantes, (no name) 23:2)
- οἱο῀ν πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας. (Lucian, (no name) 1:5)
- κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπ᾿ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χρόας ὀνομάζουσιν. (Arrian, Periplus Ponti Euxini, chapter 21 1:1)
- οἳ πρὶν μὲν [πολύπυργο]ν Ἰλίου θαητὸν ἄστυ οὐ λεῖπον, ἀτυζόμενοι [δὲ πτ]ᾶσσον ὀξεῖαν μάχαν, εὖτ ἐν πεδίῳ κλονέων μαίνοιτ Ἀχιλλεύς, λαοφόνον δόρυ σείων: (Bacchylides, , epinicians, ode 13 22:1)
- ὃς εἰ διοίσει νύκτα τήνδ ἐς αὔριον, οὔτε σφ Ἀχιλλεὺς οὔτ ἂν Αἰάντος δόρυ μὴ πάντα πέρσαι ναύσταθμ Ἀργείων σχέθοι, τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον. (Euripides, Rhesus, episode 1:3)
- καὶ ἀπέθανεν δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλὰ τὸν ^ μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν τὸν Ἀχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι. (Lucian, De parasito sive artem esse parasiticam, (no name) 46:6)
- πολλοὺς δὲ καὶ ἄλλους τῶν ἡρώων εἰπεῖν ἔχων τοῖς αὐτοῖς ἐγγεγυμνασμένους καὶ τέχνην τὸ πρᾶγμα πεποιημένους, ἱκανὸν ἡγοῦμαι τὸν Νεοπτόλεμον, Ἀχιλλέως μὲν παῖδα ὄντα, πάνυ δὲ διαπρέψαντα ἐν τῇ ὀρχηστικῇ καὶ εἶδος τὸ κάλλιστον αὐτῇ προστεθεικότα, Πυρρίχιον ἀπ αὐτοῦ κεκλημένον καὶ ὁ Ἀχιλλεύς, ταῦτα ὑπὲρ τοῦ παιδὸς πυνθανόμενος, μᾶλλον ἔχαιρεν, οἶμαι, ἢ ἐπὶ τῷ κάλλει καὶ τῇ ἄλλῃ ἀλκῇ αὐτοῦ. (Lucian, De saltatione, (no name) 9:1)
- ὁ Ἀχιλλεὺς τοιοῦτος ἦν, ἄριστος τὰ πάντα, ἢ μῦθος ἄλλως καὶ ταῦτα· (Lucian, Gallus, (no name) 17:14)