호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ τοῦτο δὲ τοὺς τῶν πολεμίων ἱππεῖς ἀντιπαραταττομένους ὁρῶν, καὶ δεδοικὼς τὴν λαμπρότητα καὶ τὸ πλῆθος αὐτῶν, ἀπὸ τῆς ἐσχάτης τάξεως ἀδήλως ἐκέλευσε περιελθεῖν πρὸς ἑαυτὸν ἓξ σπείρας καὶ κατόπιν ἔστησε τοῦ δεξιοῦ, διδάξας ἃ χρὴ ποιεῖν ὅταν οἱ τῶν πολεμίων ἱππεῖς προσφέρωνται.? Πομπήϊος δὲ τὸ μὲν Αὐτὸς εἶχε τῶν κεράτων, τὸ δ εὐώνυμον Δομίτιος, τοῦ δὲ μέσου Σκηπίων ἦρχεν ὁ πενθερός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기