호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον, πάρεστι:? θάρσει, θυμέ. Κλέαρχος δὲ ὁ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ὁ ἐμὸς προπάτωρ Οὐάρρων ὁ Μενίππειος ἐπικαλούμενος: καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν : Ῥωμαϊκῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν ὁ Οὐάρρων τὸ ἰαμβεῖον, σὺ δέ μοι δοκεῖς, ὦ Κύνουλκε ῾τούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ὃ ἐκ γενετῆς σε ἡ μήτηρ κέκληκε ᾿ κατὰ τὸν σὸν Τίμωνα εἶναὶ ῾ μοι καλὸς τε μέγας τε οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Εὁρτᾷ καὶ Νάσοις Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기