Aristotle, Rhetoric, Book 3, chapter 11 10:

(아리스토텔레스, 수사학, Book 3, chapter 11 10:)

δεῖ δ’ ἀεὶ προσεῖναι ἢ τὸ πρὸσ ὃν λέγεται ἢ ὀρθῶσ λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲσ καὶ μὴ ἐπιπόλαιον <ἔσται>· ἔστιν γὰρ ταῦτα χωρὶσ ἔχειν, οἱο͂ν "ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα" ἀλλ’ οὐκ ἀστεῖον, "τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον" , ἀλλ’ οὐκ ἀστεῖον, ἀλλ’ <ἢ> ἐὰν ἅμα ἄμφω ἔχῃ· "ἄξιόν γ’ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν" . ὅσῳ δ’ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἱο͂ν εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἰή καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσισ καὶ παρίσωσισ, καὶ ἔχοι ἐνέργειαν.

SEARCH

MENU NAVIGATION