호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γενομένης δὲ τῆς τροπῆς τὸ λοιπὸν ἔργον οἱ στρατηγοὶ διῃροῦντο, Καῖσαρ μὲν αἱρεῖν τοὺς ἐκπίπτοντας ἐκ τοῦ στρατοπέδου καὶ αὐτὸ φυλάσσειν τὸ στρατόπεδον:? ὁ δὲ Ἀντώνιος πάντα ἦν καὶ πᾶσιν ἐνέπιπτε, τοῖς τε φεύγουσι καὶ τοῖς ἔτι συνεστῶσι καὶ τοῖς ἄλλοις στρατοπέδοις αὐτῶν, ὁρμῇ τε ὑπερηφάνῳ πάντα ἐβιάζετο ὁμοῦ. καὶ περὶ τοῖς ἡγεμόσι δείσας, μὴ αὑτὸν διαφυγόντες αὖθις ἕτερον στρατὸν ἀγείρειαν, τοὺς ἱππέας ἐξέπεμπεν ἐπὶ τὰς ὁδούς τε καὶ ἐκβολὰς τῆς μάχης, αἱρεῖν τοὺς ἀποδιδράσκοντας: οἳ διελόμενοι τὸ ἔργον ἀνά τε τὸ ὄρος ἐφέροντο σὺν τῷ Θρᾳκίῳ Ῥάσκῳ, δι ἐμπειρίαν ὁδῶν συναπεσταλμένῳ, καὶ τὰ χαρακώματα καὶ κρημνοὺς περιστάντες τοὺς ἐκφεύγοντας ἐκυνηγέτουν καὶ τοὺς ἐντὸς ἐφρούρουν. οἱ δὲ Βροῦτον αὐτὸν ἐδίωκον: καὶ αὐτοὺς ἀσχέτως ἔχοντας τοῦ δρόμου Λουκίλιος ἰδὼν ὑπέστη καὶ ὡς Βροῦτος ὢν ἠξίου πρὸς Ἀντώνιον ἀντὶ τοῦ Καίσαρος ἀναχθῆναι: ᾧ δὴ καὶ μάλιστα εἶναι Βροῦτος ἐνομίσθη, τὸν ἀδιάλλακτον ἐχθρὸν ἐκκλίνων. ἀγομένου δὲ αὐτοῦ πυθόμενος ὁ Ἀντώνιος ἀπήντα σὺν ἐπιστάσει, τὴν τύχην ὁμοῦ καὶ τὸ ἀξίωμα τἀνδρὸς καὶ ἀρετὴν ἐνθυμούμενος, ὅπως Βροῦτον ὑποδέξαιτο. πλησιάσαντι δ ὁ Λουκίλιος ἐντυχὼν μάλα θρασέως εἶπε: "Βροῦτος μὲν οὐχ ἑάλωκεν, οὐδὲ ἁλώσεταί ποτε πρὸς κακίας ἀρετή: ἐγὼ δὲ τούσδε ἀπατήσας ὧδέ σοι πάρειμι. " καὶ ὁ Ἀντώνιος τοὺς ἱππέας ἰδὼν αἰδουμένους παρηγόρει καί, "οὐ μείονά μοι τήνδε ἄγραν," εἶπεν, "ἀλλὰ ἀμείνονα ἧς ἐνομίζετε ἐθηρεύσατε, ὅσῳ κρείττων ἐχθροῦ φίλος. " καὶ τὸν Λουκίλιον τότε μέν τινι τῶν φίλων ἔδωκε θεραπεύειν, ὕστερον δὲ αὐτὸς ἔχων ἐχρῆτο ὡς πιστῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기