호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὐθὺς οὖν ἦν ἀνά τε τὴν χώραν καὶ ἀνὰ τὴν πόλιν, ὡς ἕκαστός πῃ συνελαμβάνετο, ἀνδρολήψια αἰφνίδια πολλὰ καὶ τρόποι τῶν φόνων ποικίλοι τῶν τε κεφαλῶν ἀποτομαὶ τοῦ μισθοῦ χάριν ἐς ἐπίδειξιν φυγαί τε ἀπρεπεῖς καὶ σχήματα ἄτοπα ἐκ τοῦ πρὶν περιφανοῦς.? κατέδυνον γὰρ οἱ μὲν ἐς φρέατα, οἱ δὲ ἐς τὰς ὑπονόμους τάφρους ἐπὶ τὰ ἀκάθαρτα, οἱ δὲ ἐς καπνώδεις ὑπωροφίας ἢ τῶν τεγῶν ταῖς κεραμίσι βυομέναις ὑπεκάθηντο μετὰ σιγῆς βαθυτάτης. ἐδεδοίκεσαν γὰρ οὐχ ἧσσον τῶν σφαγέων οἱ μὲν γυναῖκας ἢ παῖδας οὐκ εὐμενῶς σφίσιν ἔχοντας, οἱ δὲ ἐξελευθέρους τε καὶ θεράποντας, οἱ δὲ καὶ δανεισμάτων χρήστας ἢ χωρίων γείτονας ἐπιθυμίᾳ τῶν χωρίων. ἐπανάστασις γὰρ δὴ πάντων, ὅσα τέως ὕπουλα ἦν, ἀθρόα τότε ἐγίγνετο καὶ ἀθέμιστος μεταβολὴ βουλευτῶν ἀνδρῶν, ὑπάτων ἢ στρατηγῶν ἢ δημάρχων, ἔτι τάσδε τὰς ἀρχὰς μετιόντων ἢ ἐν αὐταῖς γεγονότων, ἐς πόδας ἰδίου θεράποντος ῥιπτουμένων σὺν ὀλοφύρσεσι καὶ σωτῆρα καὶ κύριον τὸν οἰκέτην τιθεμένων. οἴκτιστον δὲ ἦν, ὅτε καὶ ταῦτα ὑποστάντες οὐκ ἐλεηθεῖεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기