- 텍스트

Appian, The Civil Wars, book 4, chapter 2 2:

(아피아노스, The Civil Wars, book 4, chapter 2 2:)

Τὸ μὲν δὴ πλῆθος αὐτῶν ἀπὸ τῆς συνόδου διελθόντες ἐς Ῥώμην προγράψειν ἔμελλον, δυώδεκα δὲ ἄνδρας, ἤ, ὡς ἕτεροι λέγουσιν, ἑπτακαίδεκα, τοὺς μάλιστα δυνατούς, ἐν οἷς ἦν καὶ Κικέρων, ἔδοξε προανελεῖν ἐπιπέμψαντας ἄφνω.? καὶ τῶνδε μὲν τέσσαρες αὐτίκα ἀνῃρέθησαν ἐν ἑστιάσεσί τε καὶ ὑπαντήσεσι: ζητουμένων δὲ τῶν ἄλλων καὶ ἐρευνωμένων νεών τε καὶ οἰκιῶν, ἄφνω θόρυβος ἀνὰ τὴν νύκτα πᾶσαν ἦν καὶ βοαὶ καὶ διαδρομαὶ μετ οἰμωγῆς ὡς ἐν ἁλισκομένῃ πόλει. τῷ γὰρ ἐγνῶσθαι μὲν ἀνδρολήψια γίγνεσθαι, μὴ προγεγράφθαι δὲ μηδένα τῶν προκατεγνωσμένων, πᾶς τις αὐτὸς ἡγεῖτο ζητεῖσθαι πρὸς τῶν περιθεόντων. οὕτω δὲ ἀπογινώσκοντες αὑτῶν, οἱ μὲν τὰ ἴδια, οἱ δὲ τὰ κοινὰ ἐμπρήσειν ἔμελλον, δρᾶσαί τι δεινὸν ἀλόγως αἱρούμενοι πρὶν παθεῖν: καὶ τάχα ἂν ἔδρασαν, εἰ μὴ Πέδιος αὐτοὺς ὁ ὕπατος μετὰ κηρύκων περιθέων ἐπήλπιζε περιμείναντας ἐς ἑώ τὰ ἀκριβέστατα μαθεῖν. ἅμα δὲ ἑῴ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν προύγραφεν ὁ Πέδιος τοὺς ἑπτακαίδεκα ὡς μόνους τε αἰτίους δόξαντας εἶναι τῶν ἐμφυλίων κακῶν καὶ μόνους κατεγνωσμένους, πίστεις τε τοῖς ἄλλοις δημοσίας ἐποιεῖτο, ἀγνοῶν τὰ ἐγνωσμένα. Καὶ Πέδιος μὲν ἐκ καμάτου τῆς νυκτὸς ἐτελεύτησεν, ἐσῄεσαν δ οἱ τρεῖς τρισὶν ἡμέραις, ἀνὰ μέρος ἕκαστος αὐτῶν, ὁ Καῖσάρ τε καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, σὺν ταῖς στρατηγίσι τάξεσι καὶ ὁπλιτῶν ἕκαστος ἑνὶ τέλει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION