호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ’ Ἀριστοτέλησ φησὶν ὡσ αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆσ ἁλμυριζούσησ γῆσ διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖσ διοιγνῦσαι τὸ στόμα, διὰ τούτου παρασκευάζουσαι αὐτοὺσ πρὸσ τὴν τροφήν. τῆσ δὲ Σικελίασ ἐν Ἔρυκι καιρόσ τισ ἐστίν, ὃν καλοῦσιν Ἀναγωγάσ, ἐν ᾧ φασι τὴν θεὸν εἰσ Λιβύην ἀνάγεσθαι. τότ’ οὖν αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖσ γίνονται ὡσ δὴ τῇ θεῷ συναποδημοῦσαι. καὶ μεθ’ ἡμέρασ ἐννέα ἐν τοῖσ λεγομένοισ Καταγωγίοισ μιᾶσ προπετασθείσησ ἐκ τοῦ πελάγουσ περιστερᾶσ καὶ εἰσ τὸν νεὼν εἰσπτάσησ παραγίνονται καὶ αἱ λοιπαί. ὅσοι οὖν τότε περιουσίασ εὖ ἥκουσι τῶν περιοίκων εὐωχοῦνται, οἱ δὲ λοιποὶ κροταλίζουσιν μετὰ χαρᾶσ, ὄζει τε πᾶσ ὁ τόποσ τότε βούτυρον, ᾧ δὴ τεκμηρίῳ χρῶνται τῆσ θείασ ἐπανόδου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기