호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθάπερ γὰρ ἡ μὲν Ἀντιμάχου ποίησισ καὶ τὰ Διονυσίου ζῳγραφήματα, τῶν Κολοφωνίων, ἰσχὺν ἔχοντα καὶ τόνον ἐκβεβιασμένοισ καὶ καταπόνοισ ἐοίκε, ταῖσ δὲ Νικομάχου γραφαῖσ καὶ τοῖσ Ὁμήρου στίχοισ μετὰ τῆσ ἄλλησ δυνάμεωσ καὶ χάριτοσ πρόσεστι τὸ δοκεῖν εὐχερῶσ καὶ ῥᾳδίωσ ἀπειργάσθαι, οὕτωσ παρὰ τὴν Ἐπαμεινώνδου στρατηγίαν καὶ τὴν Ἀγησιλάου, πολυπόνουσ γενομένασ καὶ δυσάγωνασ, ἡ Τιμολέοντοσ ἀντεξεταζομένη, καὶ μετὰ τοῦ καλοῦ πολὺ τὸ ῥᾴδιον ἔχουσα, φαίνεται τοῖσ εὖ καὶ δικαίωσ λογιζομένοισ οὐ τύχησ ἔργον, ἀλλ’ ἀρετῆσ εὐτυχούσησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기