호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ τούτουσ Πομπηϊῴ κομίσαντεσ εἰσ μὲν τὸ πλῆθοσ οὐκ ἐπιεικεῖσ οὐδὲ χρηστοὺσ κατέσπειραν λόγουσ ὑπὲρ τοῦ Καίσαροσ, αὐτὸν δὲ Πομπήϊον ἐλπίσι κεναῖσ διέφθειραν, ὡσ ποθούμενον ὑπὸ τῆσ Καίσαροσ στρατιᾶσ καὶ τὰ μὲν ἐνταῦθα διὰ φθόνον πολιτείασ ὑπούλου μόλισ ἔχοντα, τῆσ δὲ ἐκεῖ δυνάμεωσ ἑτοίμησ ὑπαρχούσησ αὐτῷ, κἂν μόνον ὑπερβάλωσιν εἰσ Ἰταλίαν εὐθὺσ ἐσομένησ πρὸσ ἐκεῖνον οὕτωσ γεγονέναι τὸν Καίσαρα πλήθει στρατειῶν λυπηρὸν αὐτοῖσ καὶ φόβῳ μοναρχίασ ὕποπτον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기