호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαυμαζόντων δὲ τῶν περὶ τὸν Καίσαρα καὶ μετὰ χαρᾶσ καὶ κραυγῆσ ἀπαντώντων, αὐτὸσ εὖ μάλα κατηφὴσ καὶ δεδακρυμένοσ προσέπεσε τῷ Καίσαρι, συγγνώμην αἰτούμενοσ ἐπὶ τῷ προέσθαι τὸν θυρεόν. ἐν δὲ Λιβύῃ ναῦν ἑλόντεσ οἱ περὶ Σκηπίωνα Καίσαροσ, ἐν ᾗ Γράνιοσ Πέτρων ἐπέπλει ταμίασ ἀποδεδειγμένοσ, τοὺσ μὲν ἄλλουσ ἐποιοῦντο λείαν, τῷ δὲ ταμίᾳ διδόναι τὴν σωτηρίαν ἔφασαν, ὁ δὲ εἰπών ὅτι τοῖσ Καίσαροσ στρατιώταισ οὐ λαμβάνειν, ἀλλὰ διδόναι σωτηρίαν ἔθοσ ἐστίν, ἑαυτὸν τῷ ξίφει πατάξασ ἀνεῖλε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기