호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὸσ δὲ τὴν μὲν ἡμέραν διῆγεν ἐν φανερῷ μονομάχοισ ἐφεστὼσ γυμναζομένοισ καὶ θεώμενοσ μικρὸν δὲ πρὸ ἑσπέρασ θεραπεύσασ τὸ σῶμα καὶ παρελθὼν εἰσ τὸν ἀνδρῶνα καὶ συγγενόμενοσ βραχέα τοῖσ παρακεκλημένοισ ἐπὶ τὸ δεῖπνον, ἤδη συσκοτάζοντοσ ἐξανέστη, τοὺσ μὲν ἄλλουσ φιλοφρονηθεὶσ καὶ κελεύσασ περιμένειν αὐτὸν ὡσ ἐπανελευσόμενον, ὀλίγοισ δὲ τῶν φίλων προείρητο μὴ κατὰ τὸ αὐτὸ πάντασ, ἄλλον δὲ ἄλλῃ διώκειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기