Plutarch, Dion, chapter 26 2:

(플루타르코스, Dion, chapter 26 2:)

ἀποσκευασάμενοσ οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶσ, ὅταν ᾖ καιρὸσ, ἀποστεῖλαι πρὸσ αὐτόν, ἐβάδιζεν ἐπὶ τὰσ Συρακούσασ. πορευομένῳ δ’ αὐτῷ πρῶτον μὲν Ἀκραγαντίνων προσεχώρησαν ἱππεῖσ διακόσιοι τῶν περὶ τὸ Ἔκνομον οἰκούντων, μετὰ δὲ τούτουσ Γελῷοι.

SEARCH

MENU NAVIGATION