호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου καταπλέουσιν εἰσ τὴν πόλιν παρὰ Διονυσίου τριήρεισ Νύψιον ἄγουσαι τὸν Νεαπολίτην, σῖτον καὶ χρήματα κομίζοντα τοῖσ πολιορκουμένοισ. γενομένησ δὲ ναυμαχίασ ἐνίκων μὲν οἱ Συρακούσιοι καὶ τέσσαρασ τῶν τυραννικῶν νεῶν ἔλαβον, ὑβρίσαντεσ δὲ τῇ νίκῃ, καὶ δι’ ἀναρχίαν τὸ χαῖρον εἰσ πότουσ καὶ συνουσίασ μανικὰσ τρέψαντεσ, οὕτω τῶν χρησίμων ἠμέλησαν ὥστε τὴν ἀκρόπολιν ἔχειν δοκοῦντεσ ἤδη καὶ τὴν πόλιν προσαπέβαλον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기