호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ οὖν, ἔφη, τεχνῖταί εἰσιν οἱ χρήσιμόν τι ποιεῖν ἐπιστάμενοι· μάλιστά γ, ἔφη. οὐκοῦν χρήσιμά γ ἄλφιτα· σφόδρα γε. τί δ ἄρτοι· οὐδὲν ἧττον. τί γάρ· ἔφη, ἱμάτιά τε ἀνδρεῖα καὶ γυναικεῖα καὶ χιτωνίσκοι καὶ χλαμύδες καὶ ἐξωμίδες· σφόδρα γ, ἔφη, καὶ πάντα ταῦτα χρήσιμα. ἔπειτα, ἔφη, οἱ παρὰ σοὶ τούτων οὐδὲν ἐπίστανται ποιεῖν· πάντα μὲν οὖν, ὡς ἐγᾦμαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기