호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόθεν οὖν, ἔφη, ταῦτα μάθοιμεν ἄν; ἃ μὲν αἱ Σειρῆνεσ ἐπῇδον τῷ Ὀδυσσεῖ ἤκουσασ Ὁμήρου, ὧν ἐστιν ἀρχὴ τοιάδε τισ· δεῦρ’ ἄγε δή, πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδοσ Ἀχαιῶν. ταύτην οὖν, ἔφη, τὴν ἐπῳδήν, ὦ Σώκρατεσ, καὶ τοῖσ ἄλλοισ ἀνθρώποισ αἱ Σειρῆνεσ ἐπᾴδουσαι κατεῖχον, ὥστε μὴ ἀπιέναι ἀπ’ αὐτῶν τοὺσ ἐπᾳσθέντασ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기