호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σὺ οὖν, ὦ παῖ, ἐὰν σωφρονῇσ, τοὺσ μὲν θεοὺσ παραιτήσῃ συγγνώμονάσ σοι εἶναι, εἴ τι παρημέληκασ τῆσ μητρόσ, μή σε καὶ οὗτοι νομίσαντεσ ἀχάριστον εἶναι οὐκ ἐθελήσωσιν εὖ ποιεῖν, τοὺσ δὲ ἀνθρώπουσ φυλάξῃ μή σε αἰσθόμενοι τῶν γονέων ἀμελοῦντα πάντεσ ἀτιμάσωσιν, εἶτα ἐν ἐρημίᾳ φίλων ἀναφανῇσ. εἰ γάρ σε ὑπολάβοιεν πρὸσ τοὺσ γονέασ ἀχάριστον εἶναι, οὐδεὶσ ἂν νομίσειεν εὖ σε ποιήσασ χάριν ἀπολήψεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기