호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ αἱ μὲν ῥᾳδιουργίαι καὶ ἐκ τοῦ παραχρῆμα ἡδοναὶ οὔτε σώματι εὐεξίαν ἱκαναί εἰσιν ἐνεργάζεσθαι, ὥς φασιν οἱ γυμνασταί, οὔτε ψυχῇ ἐπιστήμην ἀξιόλογον οὐδεμίαν ἐμποιοῦσιν, αἱ δὲ διὰ καρτερίας ἐπιμέλειαι τῶν καλῶν τε κἀγαθῶν ἔργων ἐξικνεῖσθαι ποιοῦσιν, ὥς φασιν οἱ ἀγαθοὶ ἄνδρες. λέγει δέ που καὶ Ἡσίοδος: τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαιῥηιδίως: λείη μὲν ὁδός, μάλα δ ἐγγύθι ναίει. τῆς δ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκανἀθάνατοι: μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴνκαὶ τρηχὺς τὸ πρῶτον: ἐπὴν δ εἰς ἄκρον ἵκηαι,ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. μαρτυρεῖ δὲ καὶ Ἐπίχαρμος ἐν τῷδε: τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ οἱ θεοί. καὶ ἐν ἄλλῳ δὲ τόπῳ φησίν: ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ ἔχῃς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기