호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν δοκεῖ σοι αἰσχρὸν εἶναι ἀνθρώπῳ ταὐτὰ πάσχειν τοῖσ ἀφρονεστάτοισ τῶν θηρίων; ὥσπερ οἱ μοιχοὶ εἰσέρχονται εἰσ τὰσ εἰρκτάσ, εἰδότεσ ὅτι κίνδυνοσ τῷ μοιχεύοντι ἅ τε ὁ νόμοσ ἀπειλεῖ παθεῖν καὶ ἐνεδρευθῆναι καὶ ληφθέντα ὑβρισθῆναι· καὶ τηλικούτων μὲν ἐπικειμένων τῷ μοιχεύοντι κακῶν τε καὶ αἰσχρῶν, ὄντων δὲ πολλῶν τῶν ἀπολυσόντων τῆσ τῶν ἀφροδισίων ἐπιθυμίασ ἐν ἀδείᾳ, ὅμωσ εἰσ τὰ ἐπικίνδυνα φέρεσθαι, ἆρ’ οὐκ ἤδη τοῦτο παντάπασι κακοδαιμονῶντόσ ἐστιν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기