- 텍스트

Polybius, Histories, book 3, chapter 108

(폴리비오스, Histories, book 3, chapter 108)

Διὸ καὶ παρακαλέσαντες τοὺς περὶ τὸν Αἰμίλιον καὶ πρὸ ὀφθαλμῶν θέντες τὸ μέγεθος τῶν εἰς ἑκάτερον τὸ μέρος ἀποβησομένων ἐκ τῆς μάχης ἐξαπέστειλαν, ἐντειλάμενοι σὺν καιρῷ κρίνειν τὰ ὅλα γενναίως καὶ τῆς πατρίδος ἀξίως.? οἳ καὶ παραγενόμενοι πρὸς τὰς δυνάμεις καὶ συναθροίσαντες τὰ πλήθη τήν τε τῆς συγκλήτου γνώμην διεσάφησαν τοῖς πολλοῖς καὶ παρεκάλουν τὰ πρέποντα τοῖς παρεστῶσι καιροῖς, ἐξ αὐτοπαθείας τοῦ Λευκίου διατιθεμένου τοὺς λόγους.

ἦν δὲ τὰ πλεῖστα τῶν λεγομένων πρὸς τοῦτον τείνοντα τὸν νοῦν, τὸν ὑπὲρ τῶν νεωστὶ γεγονότων συμπτωμάτων:

ὧδε γὰρ καὶ τῇδέ που συνέβαινε διατετράφθαι καὶ προσδεῖσθαι παραινέσεως τοὺς πολλούς. ἐπὶ δὲ τῶν νῦν καιρῶν οὐδεμία λείπεται πρόφασις, ἐὰν ἄνδρες ὦσι, τοῦ μὴ νικᾶν τοὺς ἐχθρούς.

τότε μὲν γὰρ οὔτε τοὺς ἡγεμόνας ἀμφοτέρους οὐδέποτε συνηγωνίσθαι τοῖς στρατοπέδοις οὔτε ταῖς δυνάμεσι κεχρῆσθαι γεγυμνασμέναις, ἀλλὰ νεοσυλλόγοις καὶ ἀοράτοις παντὸς δεινοῦ:

τό τε μέγιστον, ἐπὶ τοσοῦτον ἀγνοεῖσθαι παρ αὐτοῖς πρότερον τὰ κατὰ τοὺς ὑπεναντίους ὥστε σχεδὸν μηδ ἑωρακότας τοὺς ἀνταγωνιστὰς παρατάττεσθαι καὶ συγκαταβαίνειν εἰς τοὺς ὁλοσχερεῖς κινδύνους.

"1οἱ μὲν γὰρ περὶ τὸν Τρεβίαν ποταμὸν σφαλέντες, ἐκ Σικελίας τῇ προτεραίᾳ παραγενηθέντες, ἅμα τῷ φωτὶ τῇ κατὰ πόδας ἡμέρᾳ παρετάξαντο:

τοῖς δὲ κατὰ Τυρρηνίαν ἀγωνισαμένοις οὐχ οἱο῀ν πρότερον, ἀλλ οὐδ ἐν αὐτῇ τῇ μάχῃ συνιδεῖν ἐξεγένετο τοὺς πολεμίους διὰ τὸ περὶ τὸν ἀέρα γενόμενον σύμπτωμα.

νῦν γε μὴν πάντα τἀναντία τοῖς προειρημένοις ὑπάρχει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION