호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον:? ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα.
"1ἐὰν συμμαχίαν ποιῶνται πρὸς "1Πύρρον ἔγγραπτον, ποιείσθωσαν ἀμφότεροι, ἵνα "1ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων " 1χώρᾳ:
ὁπότεροι δ ἂν χρείαν ἔχωσι τῆς βοηθείας, "1τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν "1ὁδὸν καὶ εἰς τὴν ἄφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑ" 1τῶν ἑκάτεροι.
Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν "1Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ.
τὰ δὲ πληρώ"1ματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως. ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ Δία λίθον κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον.
ἔστι δὲ τὸ Δία λίθον τοιοῦτον:
λαβὼν εἰς τὴν χεῖρα λίθον ὁ ποιούμενος τὰ ὁρ´κια περὶ τῶν συνθηκῶν, ἐπειδὰν ὀμόσῃ δημοσίᾳ πίστει, λέγει τάδε: 1εὐορκοῦντι μέν μοι εἰή τἀγαθά:
εἰ δ ἄλλως διανοηθείην τι ἢ πράξαιμι, πάντων τῶν ἄλλων σῳζομένων ἐν ταῖς ἰδίαις πατρίσιν, ἐν τοῖς ἰδίοις νόμοις, ἐπὶ τῶν ἰδίων βίων, ἱερῶν, τάφων, ἐγὼ μόνος ἐκπέσοιμι οὕτως ὡς ὅδε λίθος νῦν. "2 καὶ ταῦτ εἰπὼν ῥίπτει τὸν λίθον ἐκ τῆς χειρός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기