호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον.? πρόσκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον:
ὧν ἐκτὸς οἰόνται δεῖν Ῥωμαίους μήτε λῄζεσθαι μήτε πόλιν κτίζειν. εἰσὶ δὲ τοιαίδε τινές:
"1ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις "1καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων "1καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων " 1συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας Ταρ"1σηίου, μὴ λῄζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ ἐμ" 1πορεύεσθαι μηδὲ πόλιν κτίζειν.
ἐὰν δὲ Καρχη"1δόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν "1ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας " 1ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν.
ἐὰν δέ "1τινες Καρχηδονίων λάβωσί τινας, πρὸς οὓς εἰρήνη "1μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται "1δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων "1λιμένας:
ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥω" 1μαῖος, ἀφιέσθω. ὡσαύτως δὲ μηδ οἱ Ῥωμαῖοι " 1ποιείτωσαν.
ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι "1ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ "1τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς " 1οὓς εἰρήνη καὶ φιλία ἐστὶ Καρχηδονίοις.
ὡσαύ" 1τως δὲ μηδ ὁ Καρχηδόνιος ποιείτω.
εἰ δέ, μὴ "1ἰδίᾳ μεταπορευέσθω:
ἐὰν δέ τις τοῦτο ποιήσῃ, " 1δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ "1Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ ἐμπορευέσθω μήτε "1πόλιν κτιζέτω, εἰ μὴ ἑώς τοῦ ἐφόδια λαβεῖν "1ἢ πλοῖον ἐπισκευάσαι.
ἐὰν δὲ χειμὼν κατενέγκῃ, " 1ἐν πένθ ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς "1Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα "1καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ" 1εστιν.
ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν "1Ῥώμῃ.
περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, περὶ τῆς ὑπ αὐτοὺς ταττομένης.
ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης:
οὐκ οἰόνται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαιίτας, Ταρρακινίτας. αὗται δ εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기