호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπλευσε Γέσκων ναῦσ μὲν ἔχων ἑβδομήκοντα, μισθοφόρουσ δὲ προσλαβὼν Ἕλληνασ, οὔπω πρότερον ’ Ἕλλησι χρησαμένων Καρχηδονίων, ἀλλὰ τότε θαυμασάντων ὡσ ἀνυποστάτουσ καὶ μαχιμωτάτουσ ἀνθρώπων ἁπάντων, συστάντεσ δὲ κοινῇ μετ’ ἀλλήλων ἅπαντεσ ἐν τῇ Μεσσηνίᾳ τετρακοσίουσ τῶν παρὰ Τιμολέοντοσ ξένων ἐπικούρουσ πεμφθέντασ ἀπέκτειναν, ἐν δὲ τῇ Καρχηδονίων ἐπικρατείᾳ περὶ τὰσ καλουμένασ Ιἑρὰσ ἐνεδρεύσαντεσ τοὺσ μετ’ Εὐθύμου τοῦ Λευκαδίου μισθοφόρουσ διέφθειραν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기