호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖς δὲ Καρχηδονίοις οὐκ οὖσιν εὐζώνοις τὸν ὁπλισμόν, ἀλλ, ὥσπερ εἴρηται, καταπεφραγμένοις, ὅ τε πηλὸς ἐμπόδιος ἦν οἵ τε κόλποι πληρούμενοι τῶν χιτώνων ὕδατος, ὥσθ αὑτοῖς μὲν εἰς τὸν ἀγῶνα χρῆσθαι βαρεῖς ἦσαν καὶ δύσεργοι, ῥᾴδιοι δὲ τοῖς Ἕλλησι περιτρέπεσθαι, καὶ πεσόντες ἀμήχανοι πάλιν ἐκ πηλοῦ μετὰ τῶν ὅπλων ἀναστῆναι.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기