- 텍스트

Plutarch, Timoleon, chapter 18

(플루타르코스, Timoleon, chapter 18)

οὐ μὴν ἀλλ ὁ Τιμολέων παρεβοήθει σῖτον ἐκ Κατάνης μικραῖς ἁλιάσι καὶ λεπτοῖς ἀκατίοις ἀποστέλλων, ἃ μάλιστα χειμῶνι παρεισέπιπτε διὰ τῶν βαρβαρικῶν τριήρων ὑποπορευόμενα, πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον ἐκείνων διϊσταμένων, ἃ δὴ συνορῶντες οἱ περὶ τὸν Μάγωνα καὶ τὸν Ἱκέτην ἐβούλοντο τὴν Κατάνην ἑλεῖν, ἐξ ἧς εἰσέπλει τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις καὶ λαβόντες τῆς δυνάμεως τὴν μαχιμωτάτην ἐξέπλευσαν ἐκ τῶν Συρακουσῶν, ὁ δὲ Κορίνθιος Νέων οὗτος γὰρ ἦν ἄρχων τῶν πολιορκουμένων κατιδὼν ἀπὸ τῆς ἄκρας τοὺς ὑπολελειμμένους τῶν πολεμίων ἀργῶς καὶ ἀμελῶς φυλάττοντας ἐξαίφνης ἐπέπεσε διεσπαρμένοις αὐτοῖς:? καὶ τοὺς μὲν ἀνελών, τοὺς δὲ τρεψάμενος, ἐκράτησε καὶ κατέσχε τὴν λεγομένην Ἀχραδινήν, ὃ κράτιστον ἐδόκει καὶ ἀθραυστότατον ὑπάρχειν τῆς Συρακουσίων μέρος πόλεως, τρόπον τινὰ συγκειμένης καὶ συνηρμοσμένης ἐκ πλειόνων πόλεων, εὐπορήσας δὲ καὶ σίτου καὶ χρημάτων οὐκ ἀφῆκε τὸν τόπον, οὐδ ἀνεχώρησε πάλιν ἐπὶ τὴν ἄκραν, ἀλλὰ φραξάμενος τὸν περίβολον τῆς Ἀχραδινῆς καὶ συνάψας τοῖς ἐρύμασι πρὸς τὴν ἀκρόπολιν διεφύλαττε.

τοὺς δὲ περὶ τὸν Μάγωνα καὶ τὸν Ἱκέτην ἐγγὺς ἤδη τῆς Κατάνης ὄντας ἱππεὺς ἐκ Συρακουσῶν καταλαβὼν ἀπήγγειλε τὴν ἅλωσιν τῆς Ἀχραδινῆς.

καὶ συνταραχθέντες ἀνεχώρησαν διὰ ταχέων, οὔτε λαβόντες ἐφ ἣν ἐξῆλθον οὔτε φυλάξαντες ἣν εἶχον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION