호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ’ Ἱκέτησ πυθόμενοσ τὴν τοῦ Τιμολέοντοσ διάβασιν καὶ φοβηθείσ μετεπέμψατο πολλὰσ τῶν Καρχηδονίων τριήρεισ, ὅτε καὶ παντάπασι συνέβη τοὺσ Συρακουσίουσ ἀπογνῶναι τὴν σωτηρίαν, ὁρῶντασ τοῦ μὲν λιμένοσ αὐτῶν Καρχηδονίουσ κρατοῦντασ, τὴν δὲ πόλιν Ἱκέτην ἔχοντα, τῆσ δ’ ἄκρασ κυριεύοντα Διονύσιον, Τιμολέοντα δὲ ὥσπερ ἐκ κρασπέδου τινὸσ λεπτοῦ τῆσ Ταυρομενιτῶν πολίχνησ τῇ Σικελίᾳ προσηρτημένον ἐπ’ ἐλπίδοσ ἀσθενοῦσ καὶ βραχείασ δυνάμεωσ· χιλίων γὰρ αὐτῷ στρατιωτῶν καὶ τροφῆσ τούτοισ ἀναγκαίασ πλέον οὐδὲν ὑπῆρχεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기