호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πέμπουσι δ’ οὖν εἰσ τὸ Ταυρομένιον πρεσβευτὴν ἐπὶ τριήρουσ, ὃσ πολλὰ διαλεχθεὶσ πρὸσ τὸν Ἀνδρόμαχον, ἐπαχθῶσ καὶ βαρβαρικῶσ ἀνατεινάμενοσ εἰ μὴ τὴν ταχίστην ἐκβάλλει τοὺσ Κορινθίουσ, τέλοσ ὑπτίαν τὴν χεῖρα δείξασ, εἶτ’ αὖθισ καταστρέψασ ἠπείλησε τοιαύτην οὖσαν αὐτῷ τὴν πόλιν τοιαύτην ποιήσειν. γελάσασ δ’ ὁ Ἀνδρόμαχοσ ἄλλο μὲν οὐδὲν ἀπεκρίνατο, τὴν δὲ χεῖρα νῦν μὲν ὑπτίαν, ὡσ ἐκεῖνοσ, νῦν δὲ πρηνῆ προτείνασ ἐκέλευσεν ἀποπλεῖν αὐτόν, εἰ μὴ βούλοιτο τὴν ναῦν ἀντὶ τοιαύτησ γενέσθαι τοιαύτην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기