호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ οὖν καταπλεύσαντεσ εἰσ τὸ Ῥήγιον οἱ Κορίνθιοι τοῖσ τε πρεσβεύμασι τούτοισ ἐνέτυχον καὶ τοὺσ Φοίνικασ οὐ πρόσω ναυλοχοῦντασ κατεῖδον, ἤχθοντο μὲν ὑβρισμένοι, καὶ παρίστατο πᾶσιν ὀργὴ πρὸσ τὸν Ἱκέτην καὶ δέοσ ὑπὲρ Σικελιωτῶν, οὓσ σαφῶσ ἑώρων ἆθλα λειπομένουσ καὶ μισθόν Ἱκέτῃ μὲν προδοσίασ, Καρχηδονίοισ δὲ τυραννίδοσ, ἐδόκει δ’ ἀμήχανον ὑπερβαλέσθαι καὶ τὰσ αὐτόθι τῶν βαρβάρων ναῦσ διπλασίασ ἐφορμούσασ καὶ τὴν ἐκεῖ μεθ’ Ἱκέτου δύναμιν, ᾗ στρατηγήσοντεσ ἥκοιεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기