- 텍스트

Plutarch, Timoleon, chapter 1

(플루타르코스, Timoleon, chapter 1)

τὰ μὲν Συρακοσίων πράγματα πρὸ τῆς Τιμολέοντος εἰς Σικελίαν ἀποστολῆς οὕτως εἶχεν.? παντάπασιν ἤδη διὰ τοὺς πολέμους ὑπῆρχεν, αἱ δὲ πλεῖσται πόλεις ὑπὸ βαρβάρων μιγάδων καὶ στρατιωτῶν ἀμίσθων κατείχοντο, ῥᾳδίως προσιεμένων τὰς μεταβολὰς τῶν δυναστειῶν, Διονύσιος ἔτει δεκάτῳ ξένους συναγαγὼν καὶ τὸν τότε κρατοῦντα τῶν Συρακοσίων Νυσαῖον ἐξελάσας, ἀνέλαβε τὰ πράγματα πάλιν καὶ καθειστήκει τύραννος ἐξ ἀρχῆς, παραλόγως μὲν ὑπὸ μικρᾶς δυνάμεως τὴν μεγίστην τῶν πώποτε τυραννίδων ἀπολέσας, παραλογώτερον δ αὖθις ἐκ φυγάδος καὶ ταπεινοῦ τῶν ἐκβαλόντων κύριος γενόμενος.

οἱ μὲν οὖν ὑπομείναντες ἐν τῇ πόλει τῶν Συρακοσίων ἐδούλευον οὔτ ἄλλως ἐπιεικεῖ τυράννῳ καὶ τότε παντάπασιν ὑπὸ συμφορῶν ἀπηγριωμένῳ τὴν ψυχήν, οἱ δὲ βέλτιστοι καὶ γνωριμώτατοι πρὸς Ἱκέτην τραπέντες τὸν δυναστεύοντα τῶν Λεοντίνων ἐπέτρεψαν αὑτοὺς ἐκείνῳ καὶ στρατηγὸν εἵλοντο τοῦ πολέμου, βελτίω μὲν οὐδενὸς ὄντα τῶν ὁμολογουμένως τυράννων, ἑτέραν δ οὐκ ἔχοντες ἀποστροφὴν, καὶ πιστεύσαντες Συρακουσίῳ τὸ γένος ὄντι καὶ κεκτημένῳ δύναμιν ἀξιόμαχον πρὸς τὸν τύραννον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION