- 텍스트

Plutarch, Fabius Maximus, chapter 26 1:

(플루타르코스, Fabius Maximus, chapter 26 1:)

αὖθις οὖν καθ ἑτέραν ὁδὸν ἀπαντῶν ὁ Φάβιος τῷ Σκηπίωνι κατεκώλυε τοὺς ὁρμωμένους αὐτῷ συστρατεύεσθαι τῶν νέων καὶ κατεῖχεν, ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις βοῶν ὡς οὐκ αὐτὸς Ἀννίβαν ἀποδιδράσκοι μόνος ὁ Σκηπίων, ἀλλὰ καὶ τὴν ὑπόλοιπον ἐκπλέοι λαβὼν δύναμιν ἐκ τῆς Ἰταλίας, δημαγωγῶν ἐλπίσι τοὺς νέους καὶ ἀναπείθων ἀπολιπεῖν γονέας καὶ γυναῖκας καὶ πόλιν, ἧς ἐν θύραις ἐπικρατῶν καὶ ἀήττητος ὁ πολέμιος κάθηται.? καὶ μέντοι ταῦτα λέγων ἐφόβησε τοὺς Ῥωμαίους, καὶ μόνοις αὐτὸν ἐψηφίσαντο χρῆσθαι τοῖς ἐν Σικελίᾳ, στρατεύμασι καὶ τῶν ἐν Ἰβηρίᾳ γεγονότων μετ αὐτοῦ τριακοσίους ἄγειν, οἷς ἐχρῆτο πιστοῖς. ταῦτα μὲνοὖν ἐδόκει πολιτεύεσθαι πρὸς τὴν ἑαυτοῦ φύσιν ὁ Φάβιος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION