호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ ταῦτα μὲν οἱ τὰσ διεξοδικὰσ γράψαντεσ ἱστορίασ ἀπηγγέλκασι. τῶν δ’ ὑπάτων ὁ μὲν Βάρρων ὀλιγοστὸσ ἀφίππευσεν εἰσ Οὐενουσίαν πόλιν, ὁ δὲ Παῦλοσ ἐν τῷ βυθῷ καὶ κλύδωνι τῆσ φυγῆσ ἐκείνησ βελῶν τε πολλῶν ἐπὶ τοῖσ τραύμασιν ἐγκειμένων ἀνάπλεωσ, τὸ σῶμα καὶ τὴν ψυχὴν πένθει τοσούτῳ βαρυνόμενοσ, πρόσ τινι λίθῳ καθῆστο, τὸν ἐπισφάξοντα τῶν πολεμίων ἀναμένων, ἦν δὲ δι’ αἵματοσ πλῆθοσ, ᾧ συνεπέφυρτο τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, οὐ πολλοῖσ διάδηλοσ, ἀλλὰ καὶ φίλοι καὶ θεράποντεσ αὑτὸν ὑπ’ ἀγνοίασ παρῆλθον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기