- 텍스트

Plutarch, Fabius Maximus, chapter 8

(플루타르코스, Fabius Maximus, chapter 8)

μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὑτόν εἰς Ῥώμην ἐπί τινας θυσίας παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ καί παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος:? ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας εὐθὺς ἐνέκειτο τοῖς πολεμίοις. καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπί σιτολογίαν ἀφεικότα, καί προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καί διέφθειρεν οὐκ ὀλίγους καί φόβον περιέστησε πᾶσιν ὡς πολιορκησομένοις ὑπ αὐτοῦ.

καί συλλεγομένης αὖθις εἰς τὸ στρατόπεδον τῷ Ἀννίβᾳ, τῆς δυνάμεως ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καί θράσους τὸ στρατιωτικὸν ἐμπεπληκώς. ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοίτησεν εἰς Ῥώμην.

συναιτιώμενος ἅμα καί τῶν ἄλλων ἀνδρῶν τοὺς δυνατωτάτους καί πρώτους ἐπαγαγέσθαι τὸν πόλεμον ἐξ ἀρχῆς ἐπί καταλύσει τοῦ δήμου, τήν τε πόλιν ἐμβαλεῖν εὐθὺς εἰς μοναρχίαν ἀνυπεύθυνον, ἣ διατρίβουσα τὰς πράξεις ἵδρυσιν Ἀννίβᾳ, παρέξει καί χρόνον αὖθις ἐκ Λιβύης ἑτέραν δύναμιν προσγενέσθαι ὡς κρατοῦντι τῆς Ἰταλίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION