- 텍스트

Plutarch, Fabius Maximus, chapter 7 3:

(플루타르코스, Fabius Maximus, chapter 7 3:)

ταῦτα προσδιέβαλε τὸν Φάβιον εἰς Ῥώμην ἀγγελθέντα:? καὶ πολλὰ μὲν αὐτοῦ πρὸς τὸν ὄχλον οἱ δήμαρχοι κατεβόων, ἐπάγοντος μάλιστα Μετιλίου καὶ παροξύνοντος, οὐ κατὰ τὴν πρὸς Φάβιον ἔχθραν, ἀλλ οἰκεῖος ὢν Μινουκίου τοῦ ἱππάρχου τιμὴν ᾤετο καὶ δόξαν ἐκείνῳ φέρειν τὰς τούτου διαβολάς: ἐγεγόνει δὲ καὶ τῇ βουλῇ δι ὀργῆς οὐχ ἥκιστα μεμφομένῃ τὰς περὶ τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ὁμολογίας, ὡμολογήκεισαν γὰρ αὑτοῖς ἄνδρα μὲν ἀνδρὶ λύεσθαι τῶν ἁλισκομένων, εἰ δὲ πλείους οἱ ἕτεροι γένοιντο, διδόναι δραχμὰς ὑπὲρ ἑκάστου τὸν κομιζόμενον πεντήκοντα καὶ διακοσίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION