- 텍스트

Plutarch, Fabius Maximus, chapter 6

(플루타르코스, Fabius Maximus, chapter 6)

μετὰ ταῦτα γίνεται διαμαρτία τὸν Ἀννίβου.? βουλόμενος γὰρ ἀποσπάσαι τὸν Φαβίου πορρωτέρω τὸ στράτευμα καὶ πεδίων ἐπιλαβέσθαι προνομὰς ἐχόντων, ἐκέλευσε τοὺς ὁδηγοὺς μετὰ δεῖπνον εὐθὺς ἡγεῖσθαι πρὸς τὸ Κασινάτον. οἱ δὲ τῆς φωνῆς διὰ βαρβαρισμὸν οὐκ ἐξακούσαντες ἀκριβῶς, ἐμβάλλουσιν αὐτοῦ τὴν δύναμιν φέροντες εἰς τὰ καταλήγοντα τῆς Καμπανίας εἰς πόλιν Κασιλῖνον, ἣν τέμνει ῥέων διὰ μέσης ποταμὸς, ὃν Οὐουλτοῦρνον οἱ Ῥωμαῖοι καλοῦσιν. ἔστι δ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν αὐλὼν δ ἀναπέπταται πρὸς τὴν θάλατταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου, καὶ θῖνας ἄμμου βαθείας ἔχει, καὶ τελευτᾷ πρὸς αἰγιαλὸν κυματώδη καὶ δύσορμον.

ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δ ἄλλον στρατὸν ὑπὲρ τῶν ἄλλων ἄκρων ἐν καλῷ καθίσας διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων, καὶ συνετάραξεν ἅπαν τὸ στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους. ἐκ τούτου βουλόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρτίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε.

δυσθύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων, καὶ περιεστάναι σφᾶς πανταχθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους, ἦν δὲ τοιόνδε. βοῦς ὅσον δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀναδῆσαι δᾷδα πρὸς ἕκαστον κέρας ἢ λύγων ἢ φρυγάνων αὐών φάκελον:

εἶτα νυκτὸς, ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλακὰς τῶν πολεμίων, ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως. ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης, δι ἧς ἔφευγον, ἀνάπτουσαι.

δεινὸν οὖν ἧς θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις:

καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἧς ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων, διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ μεῖζον ἀνεχώρουν στρατόπεδον προέμενοι τὰ στενά. καὶ κατὰ τοῦτο δὲ καιροῦ προσμίξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION