호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μόνος δ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα, καὶ τὸν τρόπον ᾧ πολεμεῖν ἐγνώκει, συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ὁ ἀνὴρ ἢ διαπέπρακται τὰ Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαις μάτων τ ρεπόμενος, καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν βουλόμενος.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기