호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ οὖν ταῦτ’ ἔδοξεν, ἀποδειχθεὶσ δικτάτωρ Φάβιοσ, καὶ ἀποδείξασ αὐτὸσ ἵππαρχον Μᾶρκον Μινούκιον, πρῶτον μὲν ᾐτήσατο τὴν σύγκλητον ἵππῳ χρῆσθαι παρὰ τάσ στρατείασ. οὐ γὰρ ἐξῆν, ἀλλ’ ἀπηγόρευτο κατὰ δή τινα νόμον παλαιόν, εἴτε τῆσ ἀλκῆσ τὸ πλεῖστον ἐν τῷ πεζῷ τιθεμένων καὶ διὰ τοῦτο τὸν στρατηγὸν οἰομένων δεῖν παραμένειν τῇ φάλαγγι καὶ μὴ προλείπειν, εἴθ’, ὅτι τυραννικὸν εἰσ ἅπαντα τἆλλα καὶ μέγα τὸ τῆσ ἀρχῆσ κράτοσ ἐστίν, ἔν γε τούτῳ βουλομένων τὸν δικτάτορα τοῦ δήμου φαίνεσθαι δεόμενον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기