호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι περιρράγησαν.? ἀλλὰ, καίπερ οὕτω γενομένου βιαίου τοῦ πάθους οὐδεὶς τὸ παράπαν ᾔσθετο τῶν μαχομένων, αὐτὸς μὲν οὖν ὁ Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἐπιδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기