- 텍스트

Plutarch, Fabius Maximus, chapter 2

(플루타르코스, Fabius Maximus, chapter 2)

πέντε δ ὑπατειῶν ἃς ὑπάτευσεν, ἡ πρώτη τὸν ἀπὸ Λιγύων θρίαμβον ἔσχεν, ἡττηθέντες γὰρ ὑπ αὐτοῦ μάχῃ καὶ πολλοὺς ἀποβαλόντες εἰς τὰς Ἄλπεις ἀνεστάλησαν, καὶ τὴν πρόσοικον ἐπαύσαντο τῆς Ἰταλίας ληϊζόμενοι καὶ κακῶς ποιοῦντες.? ἐπεὶ δ Ἀννίβας ἐμβαλὼν εἰς Ἰταλίαν καὶ μάχῃ πρῶτον περὶ τὸν Τρεβίαν ποταμὸν ἐπικρατήσας αὐτὸς μὲν ἤλαυνε διὰ Τυρρηνίας πορθῶν τὴν χώραν, ἔκπληξιν δὲ δεινὴν καὶ φόβον εἰς τὴν Ῥώμην ἐνέβαλλε, σημεῖα δὲ τὰ μὲν συνήθη Ῥωμαίοις ἀπὸ κεραυνῶν, τὰ δ ὅλως ἐξηλλαγμένα καὶ πολλὴν ἀτοπίαν ἔχοντα προσέπιπτε ·

τὸν μὲν ὕπατον Γάιον Φλαμίνιον οὐδὲν ἤμβλυνε τούτων, ἄνδρα πρὸς τῷ φύσει θυμοειδεῖ καὶ φιλοτίμῳ μεγάλαις ἐπαιρόμενον εὐτυχίαις, ἃς πρόσθεν εὐτύχησε παραλόγως, τῆς τε βουλῆς ἀπᾳδούσης καὶ τοῦ συνάρχοντος ἐνισταμένου βίᾳ συμβαλὼν τοῖς Γαλάταις καὶ κρατήσας, Φάβιον δὲ τὰ μὲν σημεῖα, καίπερ ἁπτόμενα πολλῶν, ἧττον ὑπέθραττε διὰ τὴν ἀλογίαν:

τὴν δ ὀλιγότητα τῶν πολεμίων καὶ τὴν ἀχρηματίαν πυνθανόμενος καρτερεῖν παρεκάλει τοὺς Ῥωμαίους καὶ μὴ μάχεσθαι πρὸς ἄνθρωπον ἐπ αὐτῷ τούτῳ διὰ πολλῶν ἀγώνων ἠσκημένῃ στρατιᾷ χρώμενον, ἀλλὰ τοῖς συμμάχοις ἐπιπέμποντας βοηθείας καὶ τὰς πόλεις διὰ χειρὸς ἔχοντας αὐτὴν ἐᾶν περὶ αὑτῇ μαραίνεσθαι τὴν ἀκμὴν τοῦ Ἀννίβου, καθάπερ φλόγα λάμψασαν ἀπὸ μικρᾶς καὶ κούφης δυνάμεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION