호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δ’ αὐτῷ σωματικὸν μὲν παρωνύμιον ὁ Βερρούκωσοσ· εἶχε γὰρ ἀκροχορδόνα μικρὰν ἐπάνω τοῦ χείλουσ ἐπιπεφυκυῖαν ὁ δὲ Οουἰκούλασ σημαίνει μὲν τὸ προβάτων, ἐτέθη δὲ πρὸσ τὴν πρᾳότητα καὶ βαρύτητα τοῦ ἤθουσ ἔτι παιδὸσ ὄντοσ. τὸ γὰρ ἡσύχιον αὐτοῦ καὶ σιωπηλὸν καὶ μετὰ πολλῆσ εὐλαβείασ τῶν παιδικῶν ἁπτόμενον ἡδονῶν, βραδέωσ δὲ καὶ διαπόνωσ δεχόμενον τὰσ μαθήσεισ, εὔκολον δὲ πρὸσ τοὺσ συνήθεισ καὶ κατήκοον ἀβελτερίασ τινὸσ καὶ νωθρότητοσ ὑπόνοιαν εἶχε παρὰ τοῖσ ἐκτόσ· ὀλίγοι δ’ ἦσαν οἱ τὸ δυσκίνητον ὑπὸ βάθουσ καὶ τὸ μεγαλόψυχον καὶ λεοντῶδεσ ἐν τῇ φύσει καθορῶντεσ αὐτοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기