- 텍스트

Plutarch, Dion, chapter 56

(플루타르코스, Dion, chapter 56)

ἐν τοιούτοις δὲ τοῦ Δίωνος ὄντος, ὁ Κάλλιππος ἔτι μᾶλλον εἴχετο τῆς ἐπιβουλῆς, καὶ λόγον εἰς τοὺς Συρακουσίους ἐξέδωκεν ὡς ὁ Δίων, ἄπαις γεγονώς, ἔγνωκε τὸν Διονυσίου καλεῖν Ἀπολλοκράτην καὶ ποιεῖσθαι διάδοχον, ἀδελφιδοῦν μὲν ὄντα τῆς ἑαυτοῦ γυναικός, θυγατριδοῦν δὲ τῆς ἀδελφῆς.? ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν. ἀλλ ὁ μὲν Δίων, ὡς ἐοίκεν, ἐπὶ τοῖς κατὰ τὸν Ἡρακλείδην ἀχθόμενος, καὶ τὸν φόνον ἐκεῖνον, ὥς τινα τοῦ βίου καὶ τῶν πράξεων αὐτῷ κηλῖδα περικειμένην, δυσχεραίνων ἀεὶ καὶ βαρυνόμενος, εἶπεν ὅτι πολλάκις ἤδη θνῄσκειν ἕτοιμός ἐστι καὶ παρέχειν τῷ βουλομένῳ σφάττειν αὐτόν, εἰ ζ;

ῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον. τὰς δὲ γυναῖκας ὁρῶν ὁ Κάλλιππος ἐξεταζούσας ἀκριβῶς τὸ πρᾶγμα, καὶ φοβηθείς, ἦλθε πρὸς αὐτὰς ἀρνούμενος καὶ δακρύων καὶ πίστιν ἣν βούλονται διδόναι βουλόμενος.

αἱ δ ἠξίουν αὐτὸν ὀμόσαι τὸν μέγαν ὁρ´κον. ἦν δὲ τοιοῦτος: καταβὰς εἰς τὸ τῶν Θεσμοφόρων τέμενος ὁ διδοὺς τὴν πίστιν, ἱερῶν τινων γενομένων, περιβάλλεται τὴν πορφυρίδα τῆς θεοῦ, καὶ λαβὼν δᾷδα καιομένην ἀπόμνυσι. ταῦτα ποιήσας ὁ Κάλλιππος πάντα, καὶ τὸν ὁρ´κον ἀπομόσας, οὕτω κατεγέλασε τῶν θεῶν ὥστε περιμείνας τὴν ἑορτὴν ἧς ὤμοσε θεοῦ, δρᾷ τὸν φόνον ἐν τοῖς Κορείοις, οὐδὲν ἴσως τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ ποιησάμενος, ὡς ἀσεβουμένης πάντως, εἰ καὶ κατ ἄλλον χρόνον ἔσφαττε τὸν μύστην αὐτῆς ὁ μυσταγωγός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION