호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑαυτὸν δὲ λιτῶς καὶ σωφρόνως ἐκ τῶν τυχόντων διῴκει, θαυμαζόμενος ὅτι, μὴ μόνον Σικελίας τε καὶ Καρχηδόνος, ἀλλὰ καὶ τῆς Ἑλλάδος ὅλης ἀποβλεπούσης πρὸς αὐτὸν εὐημεροῦντα, καὶ μηδὲν οὕτω μέγα τῶν τότε νομιζόντων, μηδ ἐπιφανεστέρας περὶ ἄλλον ἡγεμόνα τόλμης καὶ τύχης γεγονέναι δοκούσης, οὕτω παρεῖχεν ἑαυτὸν ἐσθῆτι καὶ θεραπείᾳ καὶ τραπέζῃ μέτριον, ὥσπερ ἐν Ἀκαδημείᾳ συσσιτῶν μετὰ Πλάτωνος, οὐκ ἐν ξεναγοῖς καὶ μισθοφόροις διαιτώμενος, οἷς αἱ καθ ἑκάστην ἡμέραν πλησμοναὶ καὶ ἀπολαύσεις παραμυθία τῶν πόνων καὶ τῶν κινδύνων εἰσίν.? ἀλλ ἐκείνῳ μὲν Πλάτων ἔγραφεν ὡς πρὸς ἕνα νῦν τῆς οἰκουμένης τοῦτον ἅπαντες ἀποβλέπουσιν, αὐτὸς δὲ ἐκεῖνος, ὡς ἐοίκεν, ἀφεώρα πρὸς ἓν χωρίον μιᾶς πόλεως, τὴν Ἀκαδήμειαν, καὶ τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστὰς ἐγίνωσκεν οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας, ἀλλὰ μόνον εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται καὶ παρέχει μέτριον ἑαυτὸν ἐν πράγμασι μεγάλοις ἀποσκοποῦντας.
τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων, καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν, ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기