- 텍스트

Plutarch, Dion, chapter 50

(플루타르코스, Dion, chapter 50)

ἐκ τούτου κατέλυσαν μὲν οἱ Συρακούσιοι τὸ ναυτικόν, οὐδὲν γὰρ ἦν ἔργον αὐτοῦ, μεγάλαι δὲ δαπάναι τοῖς πλέουσι, καὶ στάσεως ἀφορμαὶ τοῖς ἄρχουσι:? τὴν δὲ ἄκραν ἐπολιόρκουν ἐξοικοδομήσαντες τὸ περιτείχισμα. μηδενὸς δὲ τοῖς πολιορκουμένοις βοηθοῦντος, ἐπιλιπόντος δὲ σίτου, τῶν δὲ μισθοφόρων γινομένω: αὐτὸς δὲ τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀναλαβὼν καὶ πέντε πληρωσάμενος τριήρεις ἐξέπλει πρὸς τὸν πατέρα, τοῦ Δίωνος ἀσφαλῶς μὲν ἐκπέμποντος, οὐδενὸς δὲ τῶν ἐν Συρακούσαις ἀπολείποντος ἐκείνην τὴν ὄψιν, ἀλλὰ καὶ τοὺς μὴ περόντας ἐπιβοωμένων, ὅτι τὴν ἡμέραν ταύτην καὶ τὸν ἥλιον ἐλευθέραις ἀνίσχοντα ταῖς Συρακούσαις οὐκ ἐφορῶσιν.

ὅπου γὰρ ἔτι νῦν τῶν λεγομένων κατὰ τῆς τύχης παραδειγμάτων ἐμφανέστατόν ἐστι καὶ μέγιστον ἡ Διονυσίου φυγή, τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι καὶ πηλίκον φρονῆσαι τοὺς τὴν μεγίστην τῶν πώποτε τυραννίδων καθελόντας ἐλαχίσταις ἀφορμαῖς·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION